TLG 0307 001 :: NEOPHRON :: Fragmenta

NEOPHRON Trag.
(5 B.C.)

Fragmenta

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 92–94.

frr. 1–3

Citation: Fragment — (line)

tit,1-3

ΜΗΔΕΙΑ

1

ΑΙΓΕΥΣ· καὶ γάρ τιν’ αὐτὸς ἤλυθον λύσιν μαθεῖν
σοῦ· Πυθίαν γὰρ ὄσσαν, ἣν ἔχρησέ μοι Φοίβου πρόμαντις, συμβαλεῖν ἀμηχανῶ· σοὶ δ’ εἰς λόγους μολὼν ἂν ἤλπιζον μαθεῖν92

2

ΜΗΔΕΙΑ·〉 εἶἑν· τί δράσεις, θυμέ; βούλευσαι καλῶς πρὶν ἐξαμαρτεῖν καὶ τὰ προσφιλέστατα ἔχθιστα θέσθαι. ποῖ ποτ’ ἐξῇξας τάλας; κάτισχε λῆμα καὶ σθένος θεοστυγές.
5καὶ πρὸς τί ταῦτα δύρομαι, ψυχὴν ἐμήν ὁρῶς’ ἔρημον καὶ παρημελημένην πρὸς ὧν ἐχρῆν ἥκιστα; μαλθακοὶ δὲ δή τοιαῦτα γιγνόμεσθα πάσχοντες κακά; οὐ μὴ προδώσεις, θυμέ, σαυτὸν ἐν κακοῖς;
10οἴμοι, δέδοκται· παῖδες, ἐκτὸς ὀμμάτων ἀπέλθετ’· ἤδη γάρ με φοινία μέγαν δέδυκε λύσσα θυμόν. ὦ χέρες χέρες, πρὸς οἷον ἔργον ἐξοπλιζόμεσθα· φεῦ, τάλαινα τόλμης, ἣ πολὺν πόνον βραχεῖ
15διαφθεροῦσα τὸν ἐμὸν ἔρχομαι χρόνῳ

3

(staging)

ΜΗΔΕΙΑ (πρὸς Ἰάσονα)·
1τέλος φ〈θ〉ερεῖς γὰρ αὑτὸν αἰσχίστῳ μόρῳ δέρῃ βροχωτὸν ἀγχόνην ἐπισπάσας. τοία σε μοῖρα σῶν κακῶν ἔργων μένει, δίδαξις ἄλλοις μυρίας ἐφ’ ἡμέρας93
5θεῶν ὕπερθε μήποτ’ αἴρεσθαι βροτούς94